Ancient Greek · Iambic trimeter
Poem 7126
Byzantine Book Epigrams, Book Epigrams: Self-Presentations 7126
Not analysed yet
Ἰατρικῆς μὲν τῆς κρατίστης ἐν τέχναις
δεινός τις εἷλε τὴν ἐμὴν ψυχὴν ἔρως
ἐκ παιδὸς εὐθὺς ἐντακεὶς εὐμηχάνως
καὶ προςπαθῶς ἔχουσαν ἕλκων τὴν φύσιν
πρὸς συμπαθῆ παίδευσιν ὁλκαῖς ἐμφύτοις.
Καὶ δὴ σύναψας καὶ πυκνοὺς ταύτῃ πόνους
ὑπερφυοῦς ἔδοξα τυγχάνειν κλέους,
καινόν τι θαῦμα χρηματίζων τῷ βίῳ.
Σοφῶς δὲ πᾶσι ἐκκαλύψας τὴν τέχνην
Ἱπποκράτεις ἔδειξα συχνοὺς τῷ χρόνῳ,
δεινὰς ὅτι μάλιστα πρὸς ταύτην φύσεις.
Νόει Γαληνόν, Ἀέτιον, τοὺς πάνυ,
τὴν Ἀρεταίου καὶ σοφοῦ Παύλου χάριν·
μεθ' ὧν Ὀρειβάσιος, ἡ κλεινὴ φύσις
ἄλλοι τε συχνοὶ σύνδρομοι τὴν ἀξίαν
ὧν λαμπρὸν ἐμπέφηνε τῷ βίῳ κλέος.
Ἀλλὰ παραιρεῖταί τι τῆς εὐδοξίας
τὸ τῶν πόνων ἄπληστον, οἷς ὁ πᾶς βίος
ἄληκτον ἦν σπούδασμα πρὸς τοῦτο βλέπον.
Σὺ δὲ στρατηγὲ τῶν ἀρίστων Αὐσόνων,
κοινὲ στρατάρχα τῶν διπλῶν στρατευμάτων
ὁ γῆν τε καὶ θάλατταν ἀσχέτως τρέχων,
διεξαγωγεῦ τῶν κατ' αὐτοὺς πραγμάτων,
ἐπήβολος φρὴν τῶν σοφῶν βουλευμάτων,
ὁ τῆς δίκης πρύτανις εὐστάθμοις μέτροις,
ἡ πρὸς λόγους ἄπληστος ἐξόχως φύσις,
ὁ τεχνικὸς νοῦς πρὸς κτίσεις εὐμηχάνους,
πῶς εἰς τοσαῦτα κερματίζων τὰς φρένας
ὧν εἰς ἕκαστον ἀρκέσαι τίς ἂν μόλις;
καὶ λαμπρὸς οὕτω τοῖς πᾶσι δεδειγμένος
ἔπειτα βλέψας πρὸς μακρὰν οὕτω τέχνην
πρὸς ἣν βραχὺς πᾶς ἐστιν ἀνθρώπου βίος,
οὕτως ἀνείλου θᾶττον αὐτὴν ἢ λόγος.
Καὶ πᾶσαν ἐξέπληξας ἐν τούτῳ φύσιν
ὥστε χρόνον τε καὶ λόγους καὶ τὴν φύσιν
σπουδήν τε πᾶσαν τὴν ἐμὴν οὐ μετρίαν,
ὁδοῦ πάρεργον, τοῦτο δὴ τὸ τοῦ λόγου,
καὶ παιδιὰν ἤλεγξας ὄντα σοῦ σθένους.
Ὄντως ξένην, ἄριστε, πλουτήσας φύσιν
ξένως ἐχρήσω πᾶσι τοῖς κοινοῖς τρόποις
καὶ σφόδρα θαυμάζειν με φιλῶν τοῖς λόγοις
ἔδειξας ἔργοις ὡς βραχύς τις μου λόγος
τὰς ψυχικὰς γὰρ οὐ νοσήσας δυνάμεις
ἐκ τῆς ἐνύλου συμφυοῦς διαρτίας
εὔρρωστος οὕτω ταῖς ἐνεργείας ἔφυς,
τοὺς γνωστικοὺς εἰς ἄκρον εὐεκτῶν τόνους.
Ἀλλ' εὐχαρίστως οἷς φιλεῖς ἡμᾶς ἔχων
ὁ πάντα χρὴστος ἡ τρισολβία φύσις
χάριν θεῷ σὺ τῶν καλῶν εἰδὼς ἔχε,
παρ' οὗ καλὸν πέφυκεν ἀνθρώποις ἅπαν.