Ancient Greek
138.5
Callicratidas, Fragmenta 138.5
Unproofread scanNot analysed yet
γ'. Γαμησόντων a δὲ δεὶ γαμεὶν ποτὶ τὰν αὐτῷ τύγαν, ἵνα μήτε ὑπὲρ τὰν δύναμιν μήτε μῆνονα τὰς δυνάμιος τὸν γάμον ἐπάγῃται, ἀλλὰ ποτὶ λόγον τὰς ἰδίας δυνάμιος. οἱ μὲν γὰρ ὑπὲρ τὰν δύναμιν ἐπάγοντες στασιάζουσι διὰ τὰν ἀγέμονιαν. ἄ μὲν γὰρ τῷ πλούτῳ καὶ τῷ γένει καθυπερέχοισα τὰνδρὸς ἀρχεὶν προχιρεῖται, ὁ δὲ ἀνάξιον ἀγείται καὶ παρὰ φύσιν συγχωρέν. οἱ δὲ μῆνονα τὰς δυνάμιος τὸ ἀξίωμα καὶ τὸ μέγεθος τῷ οἴκῳ συναιροῦντι. Δεὶ δὲ τὸν μουσικὸν μιμεῖσθαι, ὅς τὸν ἴδιον τόνον τὰς φωνὰς ἐκμαθὼν οὕτως πειρᾶται τὰν μέσσαν καθιστάμεν, ὅπως καὶ ἐπὶ τὰ ὀξέα καὶ ἐπὶ τὰ βαρέα διακρέσαι δύναται b, καὶ μήτε ῥήσῃ μήτε ἀπολίπῃ τὰν τάσιν. Οὕτως ὧν δεὶ καὶ τὸν γάμον συναρμόζεσθαι ποτὶ τὸν ἴδιον τόνον τὰς ψυχὰς,