Ancient Greek
139.1
Callicratidas, Fragmenta 139.1
Unproofread scanNot analysed yet
ὅπως μὴ μόνον ἐν εὐτυχίᾳ συνεκτρέχεν αλλήλοις δυνατοὶ ὄντι, ἀλλὰ καὶ ἐν δυστυχίᾳ. Ποτὶ λόγον δὲ μναστευσάμενον τὸν γάμον δεῖ καὶ ἐπίτροπον καὶ κῦριον καὶ ἐπίστασιν τὰς αὐτὸς γυναικὸς ἦμεν· ἐπίτροπον μὲν τῇ φροντίξει τῶν ἐκείνας, κῦριον δὲ τῇ ἀρχῇ καὶ κυριεύειν, διδάσκαλον δὲ τῇ διδάσει τὰ δέοντα. Τοῦτο δὲ ἐσσεῖται μάλιστα, εἰκα τις ἀγαθῶν προγόνων σκοπιασάμενος παιδὸν ἀκμαίζουσαν γαμήση. καὶ γὰρ εὐπλάστοι καὶ εὐδάγωγοι τυγχάνουσι πρωτο-νύμφευτοι, καὶ ποτὶ τὸ μαθὲν εὐρῶς ἔχουσι καὶ ποτὶ τὸ φοβηθῆμεν καὶ ἀγαπᾶζει ἑκάστα τὸν αὐταύτας ἄνδρα.