Ancient Greek
140.1
Callicratidas, Fragmenta 140.1
Unproofread scanNot analysed yet
ἐπιστατικὰν καταφρονέουσι· προσθήκαι γὰρ ἂν φαίνοινο τῶν γυναικῶν καὶ κόλακες· οἱ δὲ τὰν πολιτικὰν καὶ θαυμαίνοινται καὶ φιλέουσι. Διφώτερα δὲ ταῦτα ἐσσεῖται, αἰκὰ ἀδονὰ καὶ σεμνότατι κεχρῃαμέναν ποτιφέρεται τις τὰν ἀρχὰν, τὰν μὲν ἀδονὰν ἐν τῷ ἀγαπηὶ ποτιφερόμενος, τὰν δὲ σεμνότατα ἐν τῷ μηδὲν εὐτελὲς μηδὲ ταπεινὸν πράττειν.