Ancient Greek · ~3 min
Poem 1
Callimachus, Hecala 1.1. 1.
Not analysed yet
[κουλεὸν εἰς] ἑτέρην περίαπτε καὶ εἰν ἄορ ἧκεν· ὡς ἴδον, ο[ἳ δ’] ἅμα πάντες ὑπ[έτρ]εσ[α]ν ἠδ’ [ἐλίασ]θεν ἄνδρα μέγαν καὶ θῆρα πελώριον ἄντ[α ἰ]δέσθαι, μέσφ’ ὅτε δὴ Θησεύς φιν ἀπόπροθι μακρὸν ἄυσε· μίμνετε θαρσήεντες, ἐμῷ δέ [τ]ις Αἰγέϊ πατρὶ νεύμενος ὅς τ’ [ὤ]κιστος ἐς ἄστυρον ἀγγελιώτης ὣς ἐνέποι—πολέων κεν ἀναψύξειε μεριμνέων— Θησεὺς οὐχ ἑκὰς οὗτος, ἀπ’ εὐύδρου Μαραθώνος [ζ]ωὸν ἄγων τὸν ταῦρον. ὁ μὲν φάτο, τοὶ δ’ ἀίοντες [π]άντες [ἰ]ὴ παιῆον ἀνέκλαγον, αὖθι δὲ μίμνον. οὐχὶ νότος τόσσην γε χύσιν κατεχεύατο φύλλων, οὐ βορέης οὐδ’ αὐτὸς ὅτ’ ἔπλετο φυλλοχόος μ[ε]ίς, [ὅ]σσα τότ’ [ἀ]γ[ρ]ῶσται περί [τ’] ἀμφί [τ]ε Θησέι βάλλον, [οἵ μιν ἐκυκλώσα]ντο περιστα [δ]όν, αἱ δὲ γυναῖκες . . . στόρνῃσιν ἀνέστεφον.