Ancient Greek · ~1 min
Epigram 32
Callimachus, Ἐπιγράμματα 32
Not analysed yet
Θεσσαλικὲ Κλεόνικε, τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξὺν
ἥλιον, οὐκ ἔγνων· σχέτλιε, ποῦ γέγονας;
ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων
οὑμὸς ἔχει, χαλεπῇ δʼ ἤντεο θευμορίῃ;
ἔγνων· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθὼν
τὸν καλόν, ὦ μοχθήρʼ, ἔβλεπες ἀμφοτέροις.