Ancient Greek · ~1 min
Epigram 33
Callimachus, Ἐπιγράμματα 33
Not analysed yet
Ὡγρευτής, Ἐπίκυδες, ἐν οὔρεσι πάντα λαγωὸν
διφᾷ καὶ πάσης ἴχνια δορκαλίδος
στείβῃ καὶ νιφετῷ κεχρημένος, ἢν δέ τις εἴπῃ
τῆ, τόδε βέβληται θηρίον, οὐκ ἔλαβεν.
χοὐμὸς ἔρως τοιόσδε· τὰ γὰρ φεύγοντα διώκειν
οἶδε, τὰ δʼ ἐν μέσσῳ κείμενα παρπέτεται.