Ancient Greek · ~1 min
Epigram 45
Callimachus, Ἐπιγράμματα 45
Not analysed yet
ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτῃ
ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῇ σποδιῇ·
οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθει
τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός·
τῶ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς
οὗτος ὁ σιγέρπης εἰς τὸν ἔρωτα βάλῃ.