Ancient Greek · ~1 min
Epigram 46
Callimachus, Ἐπιγράμματα 46
Not analysed yet
Ληφθήσει, περίφευγε, Μενέκρατες εἶπα Πανήμου
εἰκάδι, καὶ Λώιου τῇ τίνι ; τῇ δεκάτῃ
ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖ γʼ ἐμὸς Ἑρμῆς,
εὖ γʼ ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.