Ancient Greek · ~2 min
Epigram 6
Callimachus, Ἐπιγράμματα 6
Not analysed yet
κόγχος ἐγώ, Ζεφυρῖτι, παλαίτερος ἀλλὰ σὺ νῦν με,
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων,
ποσσί νί̣?ν ,ὥστʼ ἔργῳ τοὔνομα συμφέρεται,
ἔστʼ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη,
μηδέ μοι ἐν θαλάμῃσιν ἔθʼ ὡς πάρος, εἰμί γὰρ ἄπνους,
τίκτηται νοτερῆς ὤεον ἁλκυόνης.
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν. οἶδε γὰρ ἐσθλὰ
ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπʼ Αἰολίδος.