Ancient Greek · ~1 min
Epigram 7
Callimachus, Ἐπιγράμματα 7
Not analysed yet
τοῦ Σαμίου πόνος εἰμὶ δόμῳ ποτὲ θεῖον ἀοιδὸν
δεξαμένου, κλείω δʼ Εὔρυτον, ὅσσʼ ἔπαθεν,
καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι
γράμμα· Κρεωφύλῳ, Ζεῦ φίλε, τοῦτο μέγα.
Ancient Greek · ~1 min
Callimachus, Ἐπιγράμματα 7
Not analysed yet