Ancient Greek
Epigram 44
Callimachus, Epigrammata 44
Not analysed yet
ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτηι
ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῆι σποδίηι·
οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθει
τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός·
τῶι καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύς
οὗτος †ὁσειγαρνης εἰς τὸν ἔρωτα βάληι.