Ancient Greek · ~1 min
Epigram 45
Callimachus, Ἐπιγράμματα 45
Not analysed yet
Ληφθήσει, περίφευγε Μενέκρατες εἶπα Πανήμου
εἰκάδι, καὶ Λώιου τῆι τίνι; τῆι δεκάτηι
ἦλθεν ὁ βοῦς ὑπʼ ἄροτρον ἑκούσιος. εὖ γʼ, ἐμὸς Ἑρμῆς,
εὖ γʼ, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα.