Ancient Greek · ~5 min
Volume 3a,281,F
Callinicus Soph., Fragmenta 1
Not analysed yet
EXC. CODD. Laur. 57, 12 (A); VATIC. 1354 (B): Καλλινίκου εἰς τὰ Πάτρια Ῥώμης. (a) οὔτε ἡ καθ' ὑμᾶς γῆ πρὸς ἕτερον οὐδὲν εὐαρμόστως εἶχε πλὴν βασιλείας οὔτε ἡ βασιλεία πρὸς ἄλλο χωρίον οὐδὲν πλὴν ταύτης ἐχώρησεν. ἡ δὲ τῶν φόρων σύνταξις οὔθ' ὑμετέρα πλεονεξία γίγνεται οὔτε τῶν διδόντων ζημία, ἀλλ' εἰς τὸ μάχιμον γένος δαπανωμένη δι' ἐκείνων πάλιν εἰς τοὺς διδόντας ἐπάνεισιν, ὥστε δανείσμασι προσεοικέναι τὸ διδόμενον μᾶλλον ἢ φόρων ἀπαγωγή. (b) Ἀλέξανδρος μὲν γὰρ οὐδὲν τῶν περὶ Κλέαρχον σεμνότερον διεπράξατο, ἀνδρῶν κρατήσας ἀνανδρίαι συντρόφων, ἐκκλίνας τοὺς εἰδότας νικᾶν, πρὸς δὲ Πέρσας ἀγωνισάμενος τοὺς παιδευθέντας ἡττᾶσθαι, ταὐτὸν παθὼν τοῖς ὄναρ εὐτυχοῦσιν, ἐν τῆι τῆς εὐτυχίας ἀκμῆι καταλύσας αὐτὴν καὶ τοσοῦτον ἄρξας τὸν ἅπαντα χρόνον ὅσος ὑμῖν οὐκ ἀρκεῖ τὴν ὑμετέραν ἐπελθεῖν. (c) τοῖς μὲν οὖν πολλοῖς εἴρηται τυφλῶν εἶναι ζημίαν τὸ μὴ τὸν ἥλιον βλέπειν· ἐγὼ δ' ἂν ἐπὶ τῶν θεωμένων φήσαιμι τὴν ἴσην εἶναι ζημίαν, εἴ τις μὴ ταύτην θεάσαιτο. καὶ τῶν παρελθόντων εἰς φῶς ὅσοι μὲν ἀπείρατοι τῆς ὑμετέρας ἔμειναν, νόθον τινὰ βίον ὡς εἰπεῖν διαντλοῦσιν, ὅσοι δὲ ἐν πείραι γεγένηνται, γνήσιοι τοῦ βίου μέτοχοι, καὶ πλέον τῶν ἑτέρων διαλλάττουσιν ἢ τῶν βεβήλων οἱ τελεσθέντες.