Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_CALLIPPUS_CORINTHIUS
CALLIPPUS CORINTHIUS, Fragmentum 1
Not analysed yet
Θῦσαι δὲ ἐν Ἑλικῶνι Μούσαις πρώτους καὶ ἐπονομάσαι τὸ ὄρος ἱερὸν εἶναι Μουσῶν Ἐφιάλτην καὶ Ὦτον λέγουσιν, οἰκίσαι δὲ αὐτοὺς καὶ Ἄσκρην· καὶ δὴ καὶ Ἡγησίνους ἐπὶ τῷδε ἐν τῇ Ἀτθίδι ἐποίησεν· Ἄσκρῃ δ ̓ αὖ παρέλεκτο Ποσειδάων ἐνοσίχθων· ἣ δή οἱ τέκε παῖδα περιπλομένων ἐνιαυτῶν Οἴοκλον, ὃς πρῶτος μετ ̓ Ἀλωέος ἔκτισε παίδων Ἄσκρην, ἥθ ̓ Ἑλικῶνος ἔχει πόδα πιδακόεντα. Ταύτην τοῦ Ἡγησίνου τὴν ποίησιν οὐκ ἐπελεξάμην· ἀλλὰ πρότερον ἄρα ἐκλελοιπυῖα ἦν πρὶν ἢ ἐμὲ γενέσθαι. Κάλλιππος δὲ Κορίνθιος ἐν τῇ Ἐς Ὀρχομενίους συγγραφῇ μαρτύρια ποιεῖται τῷ λόγῳ τὰ Ἡγησίνου τὰ ἔπη. Ὡσαύτως δὲ καὶ ἡμεῖς πεποιήμεθα παρ ̓ αὐτοῦ Καλλίππου διδαχθέντες.