Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_CALLIPPUS_CORINTHIUS
CALLIPPUS CORINTHIUS, Fragmentum 2
Not analysed yet
Ἀσπληδόνα δὲ ἐκλιπεῖν τοὺς οἰκήτοράς φασιν, ὕδατος σπανίζοντας· γενέσθαι δὲ τὸ ὄνομα ἀπὸ Ἀσπληδόνος τῇ πόλει· τοῦτον δὲ εἶναι νύμφης τε Μιδείας καὶ Ποσειδῶνος· ὁμολογεῖ δὲ καὶ ἔκη σφίσιν, ἃ ἐποίησε Χερσίας, ἀνὴρ Ὀρχομένιος· Ἐκ δὲ Ποσειδάωνος ἀγακλειτῆς τε Μιδείας Ἀσπληδὼν γένεθ ̓ υἱὸς ἀν ̓ εὐρύχορον πτολίεθρον. Τοῦδε τοῦ Χερσίου τῶν ἐπῶν οὐδεμία ἦν ἔτι κατ ̓ ἐμὲ μνήμη· ἀλλὰ καὶ τάδε ἐπηγάγετο ὁ Κάλλιππος ἐς τὸν αὐτὸν λόγον τὸν ἔχοντα ἐξ Ὀρχομενίους Τούτου δὲ τοῦ Χερσίου καὶ ἐπίγραμμα οἱ Ὀρχομένιοι τὸ ἐπὶ τῷ Ἡσιόδου τάφῳ (v. Pausan. l. l. §4) μνημονεύουσι.