Ancient Greek
71.3
CALLIXENUS RHODIUS, Fragmenta 71.3
Unproofread scanNot analysed yet
χύλω, καὶ ἐπὶ τῶν ποδῶν ζῷα τριμιμήγη καὶ πηγναῖα, πλήθει πολλά. Καὶ λουτήρες μεγάλοι δέκα, καὶ κρατήρες ἑκατόδεκα, ὧν οἱ μεῖζους ἔχωρουν μετρητάς τριάκοντα, οἱ δ’ ἐλάχιστοι πέντε. Εἶτα λέβητες ἕξ, βανιοῖοι (μόνωτοι Preller.) εἴκοσι τέσσαρες, ἐπ’ ἐγγυθήχαι (cf. fr. 4) πέντε, καὶ ληνοὶ ἀργυροὶ δύο, ἐφ’ ὧν ἦσαν βίκοι εἴκοσι τέσσαρες, τράπεζά τε δηλόργυρος δωδεκάπηχυς, καὶ αἵλαι δεπάτηκες τριάκοντα. Πρὸς δὲ τούτους τρίποδες τέσσαρες, ὧν εἷς μὲν εἶχε τὴν περίμετρον πήχων ἑκκαίδεκα, κατάργυρος ὢν ὅλος, οἱ δὲ τρεῖς ἐλάττονες ὄντες διάλθοι κατὰ μέσον ὑπήρχον. Μετὰ τούτους ἔφεροντο Δελφικοὶ τρίποδες ἀργυροὶ ὀγδοήκοντα τὸν ἀριθμὸν, ἐλάττους τῶν προειρημένων, ὧν αἱ γωνίαι τετράμετροι· ὑδρίαι εἴκοσι καὶ ἕξ, ἀμφορεῖς Παναθηναϊκοὶ ἑκατόδεκα, ψυκτήρες ἑκατὸν ἐξήκοντα· τούτων δ’ μέγιστος ἦν μετρητῶν ἕξ, ὁ δὲ ἐλάχιστος δύο. Ταῦτα μὲν οὖν ἦν ἀπαντα ἀργυρά.