Ancient Greek
71.4
CALLIXENUS RHODIUS, Fragmenta 71.4
Unproofread scanNot analysed yet
“Ἐχόμενοι δὲ τούτων ἐπόμπευον οἱ τὰ χρυσόματα φέροντες, κρατήρας Λακωνικοὺς τέτταρας, ἔχοντας στεφάνους ἀμπελίνους. Τετραμέτρους ἑτέροι, Κορινθουργεῖς δύο (οὗτοι δ’ εἶχον ἀνώθεν καλύμματα περιφανῆ τετορευμένα ζῷα, καὶ ἐν τῷ τραχήλῳ καὶ ἐν ταῖς γάστραι πρόσωπα, ἐπιμελῶς πεποιημένα· ἐγχύρει δ’ ἕκαστος μετρητάς ὀκτώ) ἐπ’ ἐγγυθήχαις. Καὶ ληνός, ἐν ᾧ ἦσαν βίκοι δέκα· θλεξία δύο, ἕκαστερον χωροῦν μετρητάς πέντε· κάδωνες διμέτρητοι δύο (cf. fr. 5)· ψυκτήρες εἴκοσι δύο, ὧν δ’ μέγιστος ἐχώρει μετρητάς τριάκοντα, ὁ δὲ ἐλάχιστος μετρητήν. Ἐπομπεύσαν δὲ τρίποδες χρυσοὶ μεγάλοι τέτταρες· καὶ