Ancient Greek
74.1
CALLIXENUS RHODIUS, Fragmenta 74.1
Unproofread scanNot analysed yet
καὶ ἄργυρος. Καὶ γὰρ διαθέσεις πολλῆς ἀξίας· ἦσαν ἄξιαί, καὶ θηρίων πλήθη, καὶ ἵππων, καὶ λέοντες παμμεγέθεις εἴκοσι καὶ τέσσαρες. Ἦσαν δὲ καὶ ἄλλαι τετράχυλοι, οὐ μόνον εἰκόνας βασιλέων φέρουσαι, ἀλλὰ καὶ θεῶν πολλάκις. Μεθ’ ὧς χορὸς ἐπόμπευσεν ἀνδρῶν ἑξακοσίων· ἐν οἷς κιθαρισταὶ συνεφώνουν τριάκοντοι, ἐπιχρύσους ἔχοντες ὅλας κιθάρας καὶ στεφάνους χρυσούς. Μεθ’ οὓς ταῦροι διπλῆνοι δυσχίλιοι ὁμοιοχρώματοι, χρυσοκέφαλοι, προμετωπίδας χρυσὰς καὶ ἀνὰ μέσον στεφάνους ὁμοίως τε καὶ αἰγίδας πρὸ τῶν στηθῶν ἔχοντες, ἧν δ’ ἅπαντα ταῦτα χρυσά.