Ancient Greek
74.2
CALLIXENUS RHODIUS, Fragmenta 74.2
Unproofread scanNot analysed yet
«Καὶ μετὰ ταῦτα Διὸς ἤγετο πομπὴ καὶ ἄλλων παμπόλων θεῶν, καὶ ἐπὶ πᾶσιν Ἀλεξάνδρου, ὃς ἐφ’ ἅρματος ἐλεφάντων ἀληθινῶν ἐφέρετο χρυσούς, Νίκην καὶ Ἀθηνᾶν ἐξ ἐκάτερου μέρους ἔχων. Ἐπόμπευσαν δὲ καὶ Ὁρόνοι πολλοί, ἐξ ἐλέφαντος καὶ χρυσοῦ κατασκευασμένοι· ὧν ἐφ’ ἑνὸς ἕκειτο στεφάνη χρυσή, ἐπ’ ἄλλου δίκερας χρυσούν, ἐπ’ ἄλλου δὲ ἥν στέφανος χρυσός, καὶ ἐπ’ ἄλλου δὲ κέρας ὀλόχρυσον. Ἐπὶ δὲ τὸν Πτολεμαίου τοῦ Σωτῆρος Ὁρόνον στέφανος ἐπέκειτο ἐκ μυρίων καὶ τεσσακισχιλίων χρυσῶν. Ἐπόμπευσε δὲ καὶ θυμιατήρια χρυσὰ τριάκοντα καὶ πεντήκοντα, καὶ βωμοὶ δὲ ἐπὶ χρυσῷ, ἐστεφανωμένοι χρυσίοις στεφάνοις· ὧν ἐνὶ παρεπεπτήγασαν δάδες χρυσαὶ δεκαπήχεις τέσσαρες. Ἐπόμπευσαν δὲ καὶ ἐσχάραι ἐπιχρύσοι δώδεκα· ὧν ἡ μὲν δωδεκάπηχυς τῇ περιμέτρῳ, τεσσαρακοντάπηχυς ὕψει, ἡ δὲ πηγών πεντεκαίδεκα. Ἐπόμπευσαν δὲ καὶ Δελφί-