Ancient Greek
74.3
CALLIXENUS RHODIUS, Fragmenta 74.3
Unproofread scanNot analysed yet
χοι τρίποδες χρυσοῖ ἐννέα, ἐκ πηχῶν τεσσαρίων· ἄλλοι δὲ ὀκτὼ, πηχῶν ἐξ· ἄλλος πηχῶν τριάκοντα, ἐφ’ οὗ ἦν ζῷα χρυσὰ πενταπήχυ, καὶ στέφανος κυκλῶι χρυσούς ἀμπέλιος. Παρήλθον δὲ καὶ φοίνικες ἐπὶχρυσου ὀκταπήχεις ἐπτὰ, καὶ κηρύκειον ἐπὶχρυσον πηχῶν τεσσαράκοντα πέντε, καὶ κεραυνὸς ἐπὶχρυσος πηχῶν τεσσαράκοντα, ναὸς τε ἐπὶχρυσος, οὗ ἡ περίμετρος πηχῶν τεσσαράκοντα· δίκερας πρὸς τούτους ὀκτάπηχυ. Πολλὸ δὲ καὶ ζώων πλήθος ἐπὶχρυσίων συνεπόμπευεν, ὧν ἦν τὰ πολλὰ δωδεκαπήχυ· καὶ ὑηρία ὑπεράγοντα τοὺς μεγέθεσι, καὶ ἄετοὶ πηχῶν εἴκοσι. Στέφανοι τ’ ἐπὶχρυσου ἐπόμπευσαν τρισχίλιοι διακόσιοι, ἕτερος τε μυστικὸς χρυσούς, λίθοις πολυτελεσὶ κεκοσμημένος, ὀγδοηκοντάπηχυ· οὗτος δὲ περιετίθετο τοῦ Βερενικείου θυρωμάτι, αἰγίς τε ὁμοίας χρυσῆς. Ἐπόμπευσαν δὲ καὶ στεφάναι χρυσᾶι πάνυ πολλαί, ἃς ἔφερον παῖδίσκαι πολυτελῶς κεκοσμημέναι· ὧν μία δίπηχυς εἰς ὕψος, τὴν δὲ περίμετρον ἔχουσα ἐκκαίδεκα πηχῶν. Ἐπόμπευσεν δὲ καὶ θώραξ χρυσός πηχῶν δώδεκα, καὶ ἕτερος ἀργυρούς πηχῶν ὀκτωκαίδεκα, ***ἐννέα, ἔχων ἐφ’ αὑτὸν κεραυνούς χρυσούς δεκαπήχεις δύο, καὶ στέφανον ὀδυς διάλιθον· ἀσπίδες χρυσᾶι εἴκοσι, πανοπλίαι χρυσᾶι ἐξήκοντα τέσσαρες, κνημῖδες χρυσᾶι τριπήχεις δύο, λεκάναι χρυσᾶι δώδεκα, φιάλαι πολλαὶ πάνυ τὸν ἀριθμόν, οἰνοχοοί τριάκοντα, ἐξαλείπτρα μεγάλα δέκα, ὑδρία δώδεκα, μαζονόμια πεντήκοντα, τράπεζαι διάφοροι, κυλικεῖα χρυσωμάτων πέντε, κέρας ὀλόχρυσον πηχῶν τριάκοντα. Ταῦτα δὲ