Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CALLIXENUS_RHODIUS
CALLIXENUS RHODIUS, Fragmenta 3
Not analysed yet
Καρχήσιον. Καλλίξενος ὁ Ῥόδιος ἐν τοῖς Περὶ Ἀλεξανδρείας φησὶν, ὅτι ποτήριόν ἐστιν ἐπίμηκες, συνηγμένον εἰς μέσον ἐπιεικῶς, ὦτα ἔχον μέχρι τοῦ πυθμένος καθήκοντα. Ἀδαῖος δ ̓ ἐν τοῖς Περὶ διαθέσεως, τὸ αὐτὸ ὑπολαμβάνει θηρίκλειον εἶναι καὶ καρχήσιον. Ὅτι δὲ διαφέρει, σαφῶς παρίστησι Καλλίξενος, ἐν τοῖς Περὶ Ἀλεξανδρείας φάσκων, τινὰς ἔχοντας θηρικλείους πομπεύειν, τοὺς δὲ καρχήσια. Ὁποῖον δ ̓ ἐστὶ τὸ καρχήσιον, ἐν τοῖς ἑξῆς λεχθήσεται.