Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CALLIXENUS_RHODIUS
CALLIXENUS RHODIUS, Fragmenta 3-3
Not analysed yet
Καλλίξενος δ ̓ ἐν τετάρτῳ Περὶ Ἀλεξανδρείας, ἀναγράφων τὴν τοῦ Φιλαδέλφου πομπὴν, καὶ καταλέγων πολλὰ ἐκπώματα, γράφει καὶ τάδε· «Κώθωνες διμέτρητοι δύο.» Καλλίξενος δ ̓ ὁ Ῥόδιος ἐν τετάρτῃ Περὶ Ἀλεξανδρείας, διαγράφων τὴν γενομένην πομπὴν ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου τοῦ Φιλαδέλφου καλουμένου βασιλέως, ὡς μέγα θαῦμα περὶ τῶν ὀρνίθων τούτων οὕτως γράφει· «Εἶτα ἐφέροντο ἐν ἀγγείοις ψιττακοὶ καὶ ταῲ καὶ μελεαγρίδες καὶ φασιανοὶ καὶ ὄρνιθες Αἰθιοπικοὶ πλήθει πολλοί.»