Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CALLIXENUS_RHODIUS
CALLIXENUS RHODIUS, Fragmenta 3-2
Not analysed yet
Ἐν τούτοις ὁ Λυσίας εἰπὼν ὅτι καὶ χαλκῆ ἦν ἡ ἐγγυθήκη, σαφῶς παρίστησιν, ὡς καὶ ὁ Καλλίξενος εἴρηκε, λεβήτων αὐτὰς ὑποθήματα εἶναι. Οὕτως γὰρ καὶ Πολέμων κ. τ. λ. (v. fr. 58.) Cf. Harpocration v. ἐγγυθήκη: Εἴη δ ̓ ἂν σκεῦός τι πρὸς τὸ κρατῆρας ἢ λέβητας ἤ τι τοιούτων οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον εἶναι, ὡς Καλλίξενός τε ἐν δ’ Περὶ Ἀλεξανδρείας ὑποσημαίνει, καὶ Δαίμαχος ὁ Πλαταιεὺς ἐν β’ Περὶ Ἰνδικῆς (fr. 4).