Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_CARYSTIUS_PERGAMENUS
CARYSTIUS PERGAMENUS, Fragmenta 1
Not analysed yet
Οὗτος δ’ ἐστὶ Πλάτων, ὃν Σπεύσιππός φησι φίλτατον ὄντα Ἀρχελάῳ, Φιλίππῳ τῆς βασιλείας αἴτιον γενέσθαι. Γράφει γοῦν Καρύστιος ὁ Περγαμηνὸς ἐν τοῖς Ἱστορικοῖς ὑπομνήμασιν οὕτως· «Σπεύσιππος, πυνθανόμενος Φίλιππον βλασφημεῖν περὶ Πλάτωνος, εἰς ἐπιστολὴν ἔγραφέ τι τοιοῦτον, ὥσπερ ἀγνοοῦντας τοὺς ἀνθρώπους, ὅτι καὶ τὴν ἀρχὴν τῆς βασιλείας Φίλιππος διὰ Πλάτωνος ἔσχεν. Εὐφραῖον γὰρ ἀπέστειλε τὸν Ὠρείτην πρὸς Περδίκκαν Πλάτων, ὃς ἔπεισεν ἀπομερίσαι τινὰ χώραν Φιλίππω. Διατρέφων δ’ ἐνταῦθα δύναμιν, ὡς ἀπέθανε Περδίκκας, ἐξ ἑτοίμου δυνάμεως ὑπαρχούσης, ἐπέπεσε τοῖς πράγμασι.»