Ancient Greek · ~3 min
2 to 4
CARYSTIUS PERGAMENUS, Fragmenta 2-4
Not analysed yet
Εὐφραῖος μὲν γὰρ, παρὰ Περδίκκα τῷ βασιλεῖ διατρίβων ἐν Μακεδονία, οὐχ ἧττον αὐτοῦ ἐβασίλευε, φαῦλος ὢν καὶ διάβολος. Ὃς οὕτω ψυχρῶς συνέταξε τὴν ἑταιρίαν τοῦ βασιλέως, ὥστε οὐκ ἐξῆν τοῦ συσσιτίου μετασχεῖν, εἰ μή τις ἐπίσταιτο τὸ γεωμετρεῖν ἢ τὸ φιλοσοφεῖν. Ὅθεν Φιλίππου τὴν ἀρχὴν παραλαβόντος, Παρμενίων αὐτὸν ἐν Ὠρεῷ λαβὼν ἀπέκτεινεν, ὥς φησι Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασιν. Καρύστιος δὲ ἐν τοῖς Ἱστορικοῖς ὑπομνήμασιν, «Ὅτε (φησὶ) μεθύειν προῃρεῖτο Φίλιππος, τοῦτ’ ἔλεγε, Χρὴ πίνειν, Ἀντίπατρος γὰρ ἱκανός ἐστι νήφων. Κυβεύοντος δέ ποτε αὐτοῦ, καί τινος ἀγγείλαντος ὡς Ἀντίπατρος πάρεστι, διαπορήσας ὦσεν ὑπὸ τὴν κλίνην τον ἅβακα.» Εἰς τοσοῦτον δὲ Ἀλέξανδρος ἐμέθυεν, ὥς φησι Καρύστιος ὁ Περγαμηνὸς ἐν Ἱστορικοῖς ὑπομνήμασιν, ὡς καὶ ἐπὶ ὄνων ἅρματος κωμάζειν. Ἐποίουν δὲ τοῦτο, φησὶ, καὶ οἱ τῶν Περσῶν βασιλεῖς.