Ancient Greek · ~2 min
11 to 12
CARYSTIUS PERGAMENUS, Fragmenta 11-12
Not analysed yet
Ἀριστοφῶν δὲ ὁ ῥήτωρ, ὁ τὸν νόμον εἰσενεγκὼν ἐπ ̓ Εὐκλείδου ἄρχοντος, ὃς ἂν μὴ ἐξ ἀστῆς γένηται νόθον εἶναι, αὐτὸς ἀπεδείχθη ὑπὸ Καλλιάδου τοῦ κωμικοῦ ἐκ Χορηγίδος τῆς ἑταίρας παιδοποιησάμενος, ὡς ὁ αὐτὸς ἱστορεῖ Καρύστιος ἐν τρίτῳ Ὑπομνημάτων. Φιλέταιρον δὲ, τὸν Περγάμου καὶ τῆς Καινῆς ταύτης λεγομένης βασιλεύσαντα χώρας, Βόας αὐλητρίδος, ἑταίρας, τὸ γένος ἀπὸ Παφλαγονίας, υἱόν φησι γενέσθαι Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασιν.