Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_CARYSTIUS_PERGAMENUS
CARYSTIUS PERGAMENUS, Fragmenta 10
Not analysed yet
Καρύστιος δὲ ὁ Περγαμηνὸς ἐν τρίτῳ Ὑπομνημάτων, «Δημήτριος, φησὶν, ὁ Φαληρεὺς, Ἱμεραίου τοῦ ἀδελφοῦ ἀναιρεθέντος ὐπ ̓ Ἀντιπάτρου, αὐτὸς μετὰ Νικάνορος διέτριβεν, αἰτίαν ἔχων, ὡς τὰ Ἐπιφάνεια τοῦ ἀδελφοῦ θύων. Κασάνδρῳ δὲ γενόμενος φίλος, μέγα ἴσχυσε. Καὶ κατ ̓ ἀρχὰς μὲν ἦν αὐτοῦ τὸ ἄριστον ὀξύβαφα παντοδαπὰς ἐλάας ἔχοντα καὶ τυρὸν νησιωτικόν. Ὡς δ ̓ ἐπλούτησε, Μοσχίωνα, τὸν ἄριστον τῶν τότε μαγείρων καὶ δειπνοποιῶν, ἐωνήσατο, καὶ τοσαῦτα ἦν τὰ παρασκευαζόμενα καθ ̓ ἡμέραν, ὥστε, χαρισαμένου τῷ Μοσχίων τὰ λείψανα, Μοσχίων ἐν ἔτεσι δύο τρεῖς συνοικίας ἐωνήσατο, παῖδάς τ ̓ ἐλευθέρους ὕβριζε καὶ γυναῖκας τὰς τῶν ἐπιφανεστάτων. Ἐζηλοτύπουν δὲ πάντες οἰ παῖδες τὸν ἐρώμενον αὐτοῦ Θέογνιν· καὶ τοσοῦτον ἦν τῷ Δημητρίῳ προσελθεῖν, ὥστε, μετ ̓ ἄριστον αὐτοῦ περιπατήσαντος παρὰ τοὺς Τρίποδας, συνῆλθον εἰς τὸν τόπον παῖδες κάλλιστοι ταῖς ἑξῆς ἡμέραις, ἵν ̓ ὀφθεῖεν αὐτῷ.»