Ancient Greek · ~3 min
38.19.2 to 38.19.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.19.2-3
Not analysed yet
“φέρε οὖν,” εἶπεν ὁ Φιλίσκος, “ἐπειδήπερ ἀκούειν ἕτοιμος εἶ, σκεψώμεθα πρῶτον μὲν εἰ κακὰ ὡς ἀληθῶς ἐστι ταῦτα τὰ περιεστηκότα σε, ἔπειτα δὲ τίνα τρόπον αὐτὰ ἀκεσόμεθα. ἐγὼ τοίνυν πρῶτον μὲν ἁπάντων ὁρῶ σε ὑγιαίνοντα τῷ σώματι καὶ εὖ μάλα ἐρρωμένον, ὅπερ που πρῶτον κατὰ φύσιν ἀγαθόν ἐστιν ἀνθρώποις, ἔπειτα δὲ τὰ ἐπιτήδεια αὐτάρκη κεκτημένον, ὥστε μήτε πεινῆν μήτε διψῆν ἢ ῥιγοῦν ἢ καὶ ἄλλο τι ἄτοπον ὑπʼ ἀπορίας ὑπομένειν, ὃ δὴ καὶ δεύτερον εἰκότως ἄν τις ἀγαθὸν ἀνθρώπῳ φύσει τιθείη. ὅταν γάρ τινι ἥ τε τοῦ σώματος σύστασις εὖ ἔχῃ καὶ διαρκεῖν ἀφροντιστῶν δύνηται, πάντα τὰ πρὸς εὐδαιμονίαν ἐπιβάλλοντα καρποῦται.”