Ancient Greek · ~2 min
Book 38, Chapter 23
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.23.3
Not analysed yet
καὶ μᾶλλον ἂν ὠφέλιμον εἴη. ὃ καὶ σοὶ νῦν ὑπάρχει. τὰ γὰρ δὴ ἄλλʼ ἐκεῖνα, αἱ φυγαὶ καὶ αἱ ἀτιμίαι, καὶ εἰ δή τι τοιοῦτον ἕτερον, νόμῳ τε καὶ δοκήσει τινὶ καὶ αἰσχρὰ καὶ κακά ἐστι, καὶ οὐδὲν οὔτε τῷ σώματι οὔτε τῇ ψυχῇ λυμαίνεται. ποῖον μὲν γὰρ ἂν σῶμα εἰπεῖν ἔχοις νενοσηκὸς ἢ καὶ ἀπολωλός, ποίαν δὲ ψυχὴν ἀδικωτέραν ἢ καὶ ἀμαθεστέραν γεγονυῖαν ὑπʼ ἀτιμίας καὶ φυγῆς ἢ καὶ ἄλλου τινὸς τῶν τοιούτων; ἐγὼ μὲν γὰρ