Ancient Greek · ~3 min
38.23.4 to 38.23.6
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.23.4-6
Not analysed yet
οὐχ ὁρῶ. τὸ δὲ αἴτιον ὅτι οὐδέν σφων φύσει κακόν ἐστιν, ὥσπερ οὐδʼ ἡ ἐπιτιμία οὐδʼ ἡ ἐν τῇ πατρίδι διατριβὴ φύσει χρηστή, ἀλλʼ ὁποῖά ποτʼ ἄν τις ἕκαστος ἡμῶν περὶ αὐτὰ δοξάσῃ, τοιαῦτα καὶ δοκεῖ εἶναι. αὐτίκα τὴν ἀτιμίαν οὐκ ἐπὶ τοῖς αὐτοῖς παντελῶς ἄνθρωποι νομίζουσιν, ἀλλʼ ἔστιν ἃ τῶν ἔργων ἐπαίτια παρὰ τισὶν ὄντα παρ ἄλλοις ἐπαινεῖται, καὶ ἕτερα πρὸς τινῶν τιμώμενα πρὸς ἑτέρων κολάζεται· εἰσὶ δὲ οἳ καὶ τὴν ἀρχὴν οὔτε τὸ ὄνομα οὔτε τὸ ἔργον αὐτῆς ἴσασι. καὶ πάνυ εἰκότως· ὅσα γὰρ μὴ προσάπτεται τῶν τῇ φύσει τοῦ ἀνθρώπου προσηκόντων, οὐδʼ ἀνήκειν ἐς αὐτὸν νομίζεται. ὥσπερ ἂν οὖν, εἰ κρίσις τις ἢ καὶ ψήφισμά τι ἐγένετο τὸν δεῖνα νοσεῖν ἢ τὸν δεῖνα αἰσχρὸν εἶναι, γελοιότατον ἂν δήπουθεν ἦν, οὕτω καὶ περὶ τῆς ἀτιμίας ἔχει.