Ancient Greek · ~6 min
Book 38, Chapter 24
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.24
Not analysed yet
τὸ δʼ αὐτὸ τοῦτο καὶ περὶ τὴν φυγὴν ἔγωγε ὁρῶ ὄν. ἀποδημία γάρ τις ἄτιμός ἐστιν, ὥστʼ εἴπερ αὐτὴ καθʼ αὑτὴν ἡ ἀτιμία μηδεμίαν κακίαν ἔχει, οὐδὲ τῇ φυγῇ δήπου προστρίψασθαί τι κακὸν δύναται, ἐπεὶ τήν γε ἄλλως συχνοὶ πλεῖστον ὅσον χρόνον οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἀποδημοῦσι, καί τινες καὶ πάντα τὸν βίον καταναλίσκουσι περινοστοῦντες, ὥσπερ ἀεὶ πανταχόθεν ἐξελαυνόμενοι, καὶ οὐδὲν μέντοι παρὰ τοῦτο βλάπτεσθαι νομίζουσιν. οὐ μὴν οὐδὲ διαφέρει τι ἑκούσιόν τινα ἢ μὴ τοῦτο ποιεῖν· οὐδὲ γὰρ οὐδʼ ὁ ἄκων σωμασκῶν ἧττόν τι ἔρρωται τοῦ ἐθελοντὶ αὐτὸ δρῶντος, οὐδʼ ὁ ἄκων ναυτιλλόμενος ἥττω τινὰ ὠφελίαν τοῦ ἑτέρου κτᾶται. καὶ αὐτό γε τοῦτο τὸ ἀκούσιον οὐχ ὁρῶ δυνάμενον ἀνδρὶ φρονίμῳ συμβῆναι. ὥστʼ εἴπερ ἐν τούτῳ τὸ διάφορον τοῦ τε εὖ καὶ τοῦ κακῶς πράττειν ἐστὶν ὅτι τὰ μὲν ἐθελονταὶ ἑτοίμως τὰ δʼ ἄκοντες χαλεπῶς ποιοῦμεν, εὐθεράπευτον· ἐὰν γάρ τοι πάντα τὰ ἀναγκαῖα ἑκούσιοι ὑπομένωμεν καὶ πρὸς μηδὲν αὐτῶν ἡττώμεθα, συνανῄρηται πάντα κἀκεῖνα, ὅσα ἂν ἐν τῷ ἀκουσίῳ θῇ τις εἶναι. καὶ γάρ που καὶ ἀρχαῖος λόγος καὶ μάλα εὖ ἔχων ἐστὶν ὅτι δεῖ ἡμᾶς μὴ ὅσα ἂν βουλώμεθα ἀξιοῦν γίγνεσθαι, ἀλλʼ ὅσα ἂν ἔκ τινος ἀνάγκης γίγνηται βούλεσθαι. οὔτε γὰρ αὐθαίρετον τὸν τοῦ βίου τρόπον ἔχομεν οὔθʼ αὑτῶν ἐσμέν· ἀλλʼ ὅπως ἂν τῇ τύχῃ δόξῃ, καὶ ὁποῖος ἂν ἑκάστῳ ἡμῶν δαίμων ἐκπληρωτὴς τοῦ τεταγμένου δοθῇ, τοιοῦτον ἀνάγκη καὶ ἐκεῖνον ἡμᾶς ποιεῖσθαι.