Ancient Greek · ~5 min
Book 38, Chapter 25
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 38.25
Not analysed yet
ταῦτα μὲν δὴ τοιαῦτά ἐστιν, ἄν τʼ ἐθέλωμεν ἄν τε καὶ μή· εἰ δέ σε οὐχὶ ἡ ἀτιμία αὐτὴ οὐδʼ ἡ φυγὴ αὐτὴ λυπεῖ, ἀλλʼ ὅτι μὴ μόνον μηδὲν ἠδικηκὼς τὴν πατρίδα ἀλλὰ καὶ πολλὰ εὐηργετηκὼς ἠτίμωσαί τε καὶ ἐξελήλασαι, λόγισαι τοῦθʼ, ὅτι ἐπειδήπερ ἅπαξ ἐπέπρωτό σοι τοιοῦτό τι παθεῖν, κάλλιστον δήπου καὶ ἄριστον συμβέβηκε τὸ μηδὲν ἀδικήσαντά σε ἐπηρεάσθαι. σὺ μὲν γὰρ πάντα τὰ καθήκοντα τοῖς πολίταις συνεβούλευσας καὶ ἔπραξας, οὐκ ἰδιωτεύων ἀλλʼ ὑπατεύων, οὐδʼ ἰδίᾳ τι πολυπραγμονῶν ἀλλὰ τοῖς τῆς βουλῆς δόγμασι πειθόμενος, οὐ κατὰ στάσιν ἀλλʼ ἐπὶ τῷ βελτίστῳ γενομένοις· ὁ δεῖνα δὲ καὶ ὁ δεῖνα ἐκ δυναστείας καὶ ἐπηρείας πάντα κατὰ σοῦ συνεσκευάσαντο, ὥστʼ ἐκείνοις μὲν καὶ ἄχθεσθαι καὶ λυπεῖσθαι ἐπὶ τῇ ἀδικίᾳ προσήκει, σοὶ δὲ δὴ ἀνδρείως φέρειν τὰ δόξαντα τῷ δαίμονι καὶ καλὸν καὶ ἀναγκαῖόν ἐστιν. οὐ γάρ που μᾶλλον ἂν ἐθελήσαις τῷ τε Κατιλίνᾳ συμπράξας καὶ τῷ Λεντούλῳ συνομόσας, καὶ πάντα μὲν τἀναντία τῶν συμφερόντων τῇ πατρίδι παραινέσας, μηδὲν δὲ τῶν προσταχθέντων σοι ὑπʼ αὐτῆς ποιήσας, οἴκοι μένειν ἀδικήσας ἢ κατορθώσας φυγεῖν. οὐκοῦν εἰ καὶ τῆς δόξης σοι μέλει, πολλῷ που αἱρετώτερόν ἐστι μηδὲν ἀδικήσαντά σε ἐκπεπτωκέναι ἢ κακουργήσαντά τι οἴκοι μεμενηκέναι· τά τε γὰρ ἄλλα καὶ ἡ αἰσχύνη τοῖς ἀδίκως ἐκβαλοῦσί τινα, ἀλλʼ οὐ τῷ κατʼ ἐπήρειαν ἐξελαθέντι προσγίγνεται.