Ancient Greek
Book 39, Chapter 62
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 39.62.2
Not analysed yet
συχναῖς πάνυ ἡμέραις μὴ τολμῆσαι φανῆναι. τὰ μὲν οὖν ἐγκλήματα πολλὰ ἦν, καὶ κατηγόρους οὐκ ὀλίγους εἶχε. πρῶτον δʼ οὖν περὶ τῆς τοῦ Πτολεμαίου καθόδου, ἅτε καὶ μεγίστου, ἐδικάσθη. καὶ ὅ γε δῆμος σύμπας ὡς εἰπεῖν πρός τε τὸ δικαστήριον συνερρύη καὶ διασπάσασθαι πολλάκις αὐτὸν ἠθέλησεν, ἄλλως τε καὶ ὅτι οὔθʼ ὁ Πομπήιος παρῆν καὶ ὁ Κικέρων δεινότατα αὐτοῦ κατηγόρησεν.