Ancient Greek · ~3 min
Book 42, Chapter 41
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 42.41
Not analysed yet
κἀν τούτῳ Μιθριδάτης ὁ Περγαμηνὸς ἐπικληθεὶς ἐπεχείρησε μὲν ἐς τὸ στόμα τοῦ Νείλου τὸ κατὰ Πηλούσιον ταῖς ναυσὶν ἀναβῆναι, ἀποφραξάντων δὲ τῶν Αἰγυπτίων τοῖς πλοίοις τὸν ἔσπλουν προσεκομίσθη νυκτὸς ἐπὶ τὴν διώρυχα, καὶ ναῦς ἐς αὐτὴν ὑπερενεγκών (οὐ γὰρ ἐξίησιν ἐς τὴν θάλασσανʼ οὕτω διὰ ταύτης ἐς τὸν Νεῖλον ἀνέπλευσε, καὶ μετὰ τοῦτο αἰφνίδιον ἔκ τε τῆς θαλάσσης καὶ ἐκ τοῦ ποταμοῦ ἅμα τοῖς φρουροῦσι τὸ στόμα αὐτοῦ προσμίξας τήν τε ἀπόκλεισίν σφων ἔλυσε, καὶ τὸ Πηλούσιον τῷ τε πεζῷ ἅμα καὶ τῷ ναυτικῷ προσβαλὼν εἷλε. προχωρῶν τε ἐπὶ τὴν Ἀλεξάνδρειαν, καὶ πυθόμενος Διοσκουρίδην τινὰ ἀπαντήσειν σφίσιν, ἐνήδρευσέ τε αὐτὸν καὶ κατειργάσατο.