Ancient Greek · ~2 min
45.32.1 to 45.32.3
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.32.1-3
Not analysed yet
ἀπόσχοιτο; ἡμεῖς, ὦ Ἀντώνιε, ἡμεῖς σοι ταῦτʼ ἐνετειλάμεθα, οἱ τοὺς Ταρκυνίους ἐξελάσαντες, οἱ τὸν Βροῦτον ἀγαπήσαντες, οἱ τὸν Καπιτωλῖνον κατακρημνίσαντες, οἱ τὸν Σπούριον ἀποκτείναντες; ἡμεῖς βασιλέα τινὰ ἀσπάσασθαί σε προσετάξαμεν, οἱ καὶ αὐτὴν τὴν ἐπωνυμίαν αὐτοῦ, καὶ προσέτι καὶ τὴν τοῦ δικτάτορος διʼ ἐκείνην, ἐπάρατον ποιησάμενοι; ἡμεῖς τύραννόν τινα ἀποδεῖξαί σοι ἐκελεύσαμεν, οἱ τὸν Πύρρον ἐκ τῆς Ἰταλίας ἐκβαλόντες, οἱ τὸν Ἀντίοχον ὑπὲρ τὸν Ταῦρον ἀπελάσαντες, οἱ καὶ Μακεδονίαν τυραννουμένην παύσαντες ; οὐ μὰ τὰς ῥάβδους τὰς Οὐαλερίου καὶ τὸν νόμον τὸν Πορκίου, οὐ μὰ τὸ σκέλος τὸ Ὁρατίου καὶ τὴν χεῖρα τὴν Μουκίου, οὐ