Ancient Greek · ~4 min
Book 45, Chapter 39
Cassius Dio Cocceianus, Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) 45.39
Not analysed yet
φρονοῦντας ἐπαινοῦμεν, μιμούμεθα ; καίτοι δυοῖν ἡμᾶς ἀνάγκη θάτερον, ἢ τούτους πάντας, τὸν Καίσαρα λέγω, τὸν Βροῦτον, τοὺς πάλαι στρατιώτας, τὰ στρατόπεδα, κακῶς τε βεβουλεῦσθαι φάναι καὶ τιμωρίαν δεῖν ὑποσχεῖν ὅτι μήθʼ ἡμῶν μήτε τοῦ δήμου ψηφισαμένων ἐτόλμησαν, οἱ μὲν τὸν ὕπατόν σφων καταλιπόντες οἱ δὲ ἐπʼ αὐτὸν ἀθροισθέντες, προσπολεμῆσαι αὐτῷ· ἢ τὸν Ἀντώνιον πάλαι τε καὶ νῦν ὑφʼ ἡμῶν τοῖς ἔργοις αὐτοῖς πολέμιον ὁμολογεῖν εἶναι κεκρίσθαι, καὶ χρῆναι καὶ κοινῇ γνώμῃ πρὸς πάντων ἡμῶν κολασθῆναι. καὶ μὴν ὅτι τοῦτο οὐ μόνον δικαιότερον ἀλλὰ καὶ λυσιτελέστερον ἡμῖν ἐστιν, οὐδεὶς ἀγνοεῖ. ὁ μὲν γὰρ οὔτʼ αὐτὸς χρήσασθαι πράγμασιν ἐπίσταται (πῶς γὰρ ἢ πόθεν ἄνθρωπος ἐν μέθαις καὶ κύβοις ζῶν; ʼ οὔτε τῶν συνόντων οὐδένα οἷον ἄξιον εἶναι λόγου ἔχει· τοὺς γάρ τοι ὁμοίους ἑαυτῷ μόνους καὶ ἀγαπᾷ καὶ κοινωνοὺς ἁπάντων καὶ ῥητῶν καὶ ἀπορρήτων ποιεῖται. καὶ μέντοι καὶ δειλότατος ἐν τοῖς μεγίστοις τῶν κινδύνων καὶ ἀπιστότατος καὶ πρὸς τοὺς πάνυ φίλους ἐστίν· ὧν οὐδέτερον στρατηγίᾳ καὶ πολέμῳ