Ancient Greek · ~1 min
Excerpt 1
Cassius Dio Cocceianus, Historiae Romanae (excerpta Planudea) 1
Not analysed yet
Ὅτι Γάιος ἀδελφῇ γνησίᾳ συνῆν, ἐξ οὗ καὶ μάλιστα αὐτῷ φύεσθαι παρὰ τοῖς πολίταις ἤρξατο τὸ μῖσος· ἔργον δὲ μέγα ἢ βασίλειον οὐδὲν αὐτῷ πεπραγμένον. αἴτιον δὲ ἦν ἡ περὶ τὰ ἀχρεῖα σπουδή. ῥήτωρ δὲ ἦν ἄριστος καὶ γλώσσῃ τῇ Ἑλλάδι καὶ τῇ Ῥωμαίοις πατρίῳ σφόδρα ἠσκημένος.