Ancient Greek · ~2 min
Excerpt 2
Cassius Dio Cocceianus, Historiae Romanae (excerpta Planudea) 2
Not analysed yet
Ὅτι κοινὸν ἔρωτα τὸν Τίτον ὠνόμασαν. Ὅτι καὶ τραγῳδίαν ὁ Τίτος Ἑλλάδι φωνῇ ἐξέθηκεν. Ὅτι τὸ φιλόδωρον αὐτοῦ τοσοῦτον ἦν ὥστε αὐτῷ τινας εὐκολίαν ἐγκαλεῖν, τὸν δὲ ἀπολυόμενον τὴν κατηγορίαν εἰπεῖν μηδένα χρῆναι στυγνοτέραν ἔχειν ἀπὸ βασιλέως τὴν ἀναχώρησιν. Ὅτι δειπνῶν ποτε καὶ λογισάμενος ὡς οὐδὲν οὐδεὶς ἐκείνην εὖ πάθοι τὴν ἡμέραν, σχετλιάσας καθάπερ αὐτῷ τῆς ἡμέρας ἀπολωλυίας εἶπεν "οὐκ ἐβασίλευσα τὴν σήμερον ἡμέραν· οὐδεὶς γὰρ ἐξ ἐμοῦ εὖ πέπονθε σήμερον." Ὅτι μόνος ὁ Τίτος θανὼν ἐκ πάντων πλείους ἐδέξατο θεραπείας ἐκ λόγων ἢ ζῶντες ἕτεροι.