Ancient Greek
Section 14
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 14
Not analysed yet
Διὰ τί αἱ μονοπάθειαι τῶν ὀφθαλμῶν στραγγότεραί εἰσιν; ἢ ὅτι τοῦ ἑτέρου κατὰ φύσιν διακειμένου καὶ κινουμένου φυσικήν τινα κίνησιν, συγκινεῖται καὶ ὁ πεποθώς, τῷ ἐκ μιᾶς βάσεως αὐτῶν τὴν φύσιν εἶναι, καὶ διὰ τοῦτο τῆ συγκινήσει παροξύνει τὸν πεπονθότα; χρεία γὰρ ἠρεμίας ἐστὶ τῷ κάμνοντι. ἀμφοτέρων δὲ κατὰ τὸ αὐτὸ πασχόντων, μετριώτερον γίνεται πάθος. ἅμα γὰρ ἑκάτερος ἠρεμεῖ καὶ οὐ παροξύνεται· καὶ οὕτως ἐκ τῆς ἠρεμίας ῥώμη ταχεῖα γίνεται.