Ancient Greek
Section 15
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 15
Not analysed yet
1. 5 Διὰ τί ἐπ᾽ ἐνίων ὀφθαλμιασάντων πυρετὸς εἰ ἐπιγίγνοιτο, λύει ταύτην, ἐπ᾽ ἐνίων δὲ οὐ μόνον οὐ λύει, ἀλλὰ καὶ πήρωσιν ἀπεργάζεται τελείαν; τίς οὖν ἡ αἰτία τοῦ ἐπὶ μὲν ἐνίων ὑγιάζειν, ἐπὶ δ᾽ ἐνίων ἀφανίζειν; Ὅτι ὁ πυρετὸς ἐπιγίνεται λόγῳ τινὶ μετασυγκρίσεως καὶ εἰ μὲν εἴη οὗτος μέτριος, τῷ καὶ τὴν ἐξ αὐτοῦ γεγενημένην μετασύγκρισιν μετρίαν εἶναι, ὠφέλειαν παρακολουθεῖν συμβαίνει. εἰ δὲ σφοδρὸς εἴη εἰσβαλὼν οὗτος, τῷ καὶ τὴν κίνησιν σφοδροτέραν γίνεσθαι, ἡ ἐσχάτη βλάβη παρακολουθεῖ. ἴποι δ᾽ ἄν τις, ὅτι καὶ ὁ πυρετὸς ἀναξηραντικός· καὶ ὅτι μὲν ἀναξηραντικός, ἴδοι ἄν τις ἐκ τοῦ παρακολουθοῦντος δίψους τοῖς πυρέττουσιν· ὅτι δὲ καὶ ἐναποσκηπτικός, δηλοῖ ἐκ τοῦ, ἐπιγινομένου τούτου, περισσοπαθεῖν τινα τῶν μερῶν. καὶ ἡ μὲν ὠφέλεια γίνεται, ἀναξηραντικοῦ συμπεσόντος, διὰ τὸ ἐπερχόμενον ῥεῦμα ἀναξηραίνεσθαι. ὅτε δὲ βλάπτει, ἐναποσκηπτικὸς οὗτος ὑπάρχει, καὶ τῷ τὰ παθόντα μέρη μᾶλλον ἐμπαθέστερα ὄντα, ἐπιδέχεσθαι πλείονα, καὶ τῷ ἐπιστηρίζειν ἐναποσκηπτικὸν τυγχάνοντα. καὶ οὕτως ἡ πήρωσις γίνεται ἐκ τῆς πολλῆς σκήψεως.