Ancient Greek
Section 2
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 2
Not analysed yet
Διὰ τί ἐπιτήδεια τὰ ἄκρα μέρη τοῦ σώματος πρὸς νομήν, ὁμοίως δὲ καὶ τὰ κοῖλα; ἢ ἐπειδὴ ἡ νομὴ νέκρωσίς τίς ἐστι καὶ σῆψις, εὐπερίψυκτα δὲ τὰ ἄκρα δι᾽ ἔνδειαν ὕλης, ὡς διὰ τοῦτο τὴν νέκρωσιν ὑπομένειν· τὰ δὲ κοῖλα, διὰ τὸ πλεονάζειν ἐν αὐτοῖς ὕλην ὑγρὰν καὶ διὰ τοῦτο τὴν σῆψιν ὑπομένειν.