Ancient Greek
Section 3
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 3
Not analysed yet
Διὰ τί ὑγιαζομένων τῶν ἑλκῶν καὶ λεπτυνομένων τῶν φλεγμονῶν, κνησμοὶ γίνονται; ῥητέον, ἐπειδὴ ἐπικρατεῖ τότε τὸ οἰκεῖον. ἐπικρατοῦν δὲ τοῦτο τὸ ἀνοίκειον ἀπελαύνει ἐκ τοῦ βάθους. ἡ φύσις δὲ ἥδεται χωριζομένου τοῦ ἀνοικείου.