Ancient Greek
Section 25
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 25
Not analysed yet
Διὰ τί οἱ μὲν ἐγρηγορότες ἐν τῷ φωτὶ τῆς σελήνῆς, κἂν ἐπὶ πολὺ τύχωσιν ἐν τούτῳ διατρίβοντες, οὐδὲν ὅλως βλάπτονται ὑπὸ τούτου, οἱ δὲ καθεύδοντες ἐπὶ τούτῳ σφηνοῦνται τὰς κεφαλάς; ἢ δῆλον, ὅτι θερμοῦ τε ἄμα ὄντος καὶ ὑγροῦ τοῦ ταύτης φωτός, βαρύνονται τὰς κεφαλὰς οἱ ἐν τούτῳ καθεύδοντες; ἢ τοῦτο συμβαίνει τρόπον πληγοειδῆ ἐπὶ τῶν καθευδόντων προσπίπτοντος τοῦ φωτός, διὰ τὸ συμπεπλέχθαι βαρύτητι τῇ ἐκ τῆς ὑγρότητος, ὥσπερ ἐπὶ τῶν μετὰ ἀράξεως κρουνιζομένων; ἐπὶ γὰρ τούτων, διὰ τὴν ἄραξιν, πληγοειδεῖς γίνονται αἱ ἐπίρροιαι, ὡς σφήνωσιν μᾶλλον ἢ ἀραίωσιν γίνεσθαι. οὕτως οὖν συμβαίνει καὶ τοῦ φωτὸς τῆς σελήνης μετὰ βαρύτητος προσπίπτοντος διὰ τὴν εἰρημένην αἰτίαν, σφήνωσιν ἢ βαρύτητα γίνεσθαι, συνεργούσης καὶ τῆς ἐκ τοῦ ὕπνου πυκνώσεως.