Ancient Greek
Section 24
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 24
Not analysed yet
Διὰ τί ἡ πολυυπνία καὶ ἡ ἀγρυπνία ἡ ἐπιπολὺ γενομένη βάρος ἐμποιοῦσι τῇ κεφαλῇ; καὶ οὐκ ἔστι λέγειν ὅτι ὡς ὑπερβολαὶ κακοῦσι τὸ σῶμα· οὐ γαρ τοῦτό ἐστι τὸ ζητούμενον, ὅτι διὰ τί κακοῦται ἡ κεφαλὴ ὑπὸ τῶν ἐναντίων, ἀλλ᾽ ὅτι διὰ τί τὸ αὐτὸ πρὸς ἀκρίβειαν ἐπιγίνεται σύμπτωμα ἔκ τε τῆς ἀγρυπνίας καὶ πολυυπνίας, ἐναντίων ὄντων; Ῥητέον οὖν, ὅτι ἐκ μὲν τῆς πολυυπνίας τοῦτο συμβαίνει, τῆς ἀναπεμπομένης εἰς τὴν κεφαλὴν ὕλης μὴ δυναμένης διαπνεῖσθαι διὰ τὴν πυκνότητα τὴν ἐκ τοῦ ὕπνου. Ἐπὶ δὲ τῆς ἀγρυπνίας τὸ αὐτὸ ἀποτελεῖται διὰ τήνδε τὴν αἰτίαν· λεπτοποιουμένων γὰρ τῶν ὑλῶν ἐκ τῶν ἐν τῇ ἐγρηγόρσει ἐνεργειῶν, ἀναδίδονταί τινες ἀτμοὶ εἰς τὰ μετεωρότερα (οὕτω γὰρ καὶ εἰς τὴν κεφαλὴν) καὶ συμβαίνει ἐπὶ πλεῖον λεπτοποιουμένης τῆς ὕλης ἐκ τῆς συντόνου ἀγρυπνίας ἐπὶ πλέον καὶ τὴν ἀνάδοσιν γίνεσθαι. συμβαίνει δὲ ἐκ τῆς ἀγρυπνίας μὴ τὰς τροφὰς κατὰ λόγον διοικεῖσθαι, ἀλλὰ τρέπεσθαι ἐπὶ τὸ ἐφθαρμένον· ὡς καὶ αὐτοὺς τοὺς ἀναδιδομένους εἰς τὴν κεφαλὴν ἀτμοὺς μὴ μόνον διὰ τὸ πλῆθος ταύτην βαρεῖν, ἀλλὰ καὶ διὰ τὸ τετράφθαι ἐπὶ τὸ χεῖρον τὴν τροφήν.