Ancient Greek
Section 35
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 35
Not analysed yet
Διὰ τί ἐπὶ τῶν θυμιωμένων ἀρωμάτων, μᾶλλον ἀντιλαμβάνονται οἱ πόρρω ὄντες τῆς πυρᾶς, ὅθεν ἐπιβέβληται τὰ ἀρώματα, ἤπερ οἱ πλησίον; εὔδηλον ὅτι εὐωδία γίνεται δυναμικτέρα κατακιρνωμένη τῷ περιέχοντι ἀέρι οὕτω γὰρ καὶ ὁ ποιητὴς ἔφη Κνίσση δ᾽ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. καὶ εἰκότως ἀντιληπικωτέρα γίνεται ἡ εὐωδία τοῖς πόρρωθεν· λεπτυνομένη γὰρ μᾶλλον αἴσθησιν κινεῖ.