Ancient Greek
Section 36
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 36
Not analysed yet
Διὰ τί δυσχεραίνοντες πολλάκις περὶ τὸν πταρμόν, εἰ προσέχοιμεν τῇ αὐγῇ τοῦ ἡλίου, συμβαίνει εὐοδοῦσθαι τὸν πταρμόν; τίς οὖν ἡ αἰτία; Ὁτι ἡ ἀκτὶς τοῦ ἡλίου προσπίπτουσα τοῖς ἔνδον μέρεσι τῆς ῥινός, καρφίου δίκην ἀνακινεῖ τὸν πταρμόν, διερεθίζουσα τοὺς πόρους. ἢ ὅτι πταρμοὺς γίνεται, πνεύματος ὑποτρέχοντος καὶ ἐρεθίζοντος τὰ μέρη; ἡ δὲ ἀκτὶς θερμαίνουσα τὰ ἐν τῇ ῥινί, πλέον ἐξατμίζει ταῦτα καὶ συνεργεῖ τῷ πνεύματι. ὅπερ εἰ ἐπικρατέστερον γένοιτο, θᾶττον ἀποτελεῖ τὸν πταρμόν, ἐρεθίσαν τὰ σώματα.