Ancient Greek
Section 40
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 40
Not analysed yet
Διὰ τί προσπταίσματος γινομένου, τὰ μὲν σύνεγγυς οὐ συμπάσχει, τὰ δὲ πολὺ ἀφεστῶτα συνδιατίθεται, οἷον βουβῶνες τοῖς ἐν ποσὶ προσπταίσμασιν; Ὁ οὖν Ἀσκληπιάδης ἐν τῷ περὶ ἑλκῶν φησιν ὅτι πρὸς τὰ πληττόμενα κατ᾽ ἀρχὰς ἡ ὕλη φέρεται, καὶ φερομένης αὐτῆς, ὅσον μὲν δύναται ὑποδέξασθαι τὰ πεπονθότα μέρη, αὕτη χωρεῖ εἰς αὐτά· πληρωθέντων δὲ τούτων, καὶ μὴ δυναμένων ἐπιδέξασθαι ἕτερον πλῆθος, ἡ φερομένη ὕλη ἐκρέουσα καὶ μὴ ὑποδεχθεῖσα ὑπὸ τῶν μερῶν, ἐφ᾽ ἃ ἠνέχθη, εἶτα φερομένη, ἐὰν ἐπιτύχῃ κοίλων τόπων, μένει εἰς αὐτούς, ὥσπερ καὶ ἐπὶ τῶν ὑδάτων ἔχει. ταῦτα γὰρ ἔως μὲν ἐπ᾽ ἰσοπέδῳ φέρεται, ὁμαλῇ τῇ κινήσει χρῆται· τυχόντα δὲ κοίλων τόπων, μένει εἰς αὐτούς. ταὐτὸν οὖν συμβαίνει καὶ ἐπὶ τῆς φερομένης ὕλης ἐπὶ τὰ πληγέντα. ὅσην γὰρ ὑποδέξασθαι δύναται, αὕτη χωρεῖ εἰς αὐτά· ἡ δὲ λοιπὴ εἰς κοῖλα, καὶ μᾶλλον εἰς ἀραιοπόρους ἐμπίπτει τοὺς βουβῶνας, καὶ διογκοῖ τούτους. Ἔστι μὲν οὖν καὶ αὕτη πιθανὴ ἡ ἀπολογία· αἰτιάσαιτο δὲ ἄν τις καὶ τὸ πάνυ εὐπαθὲς τοῦ νευρώδους· τοῦτο γὰρ δι’ ὑπερβάλλουσαν εὐπάθειαν, θᾶττον τῶν ἄλλων μερῶν τοῦ σώματος, συμπαθεῖ τοῖς πεπονθόσι μέρεσι. διὰ τοῦτο γοῦν καὶ κατὰ τοὺς ἀδένας χοιράες συνίστανται περὶ τράχηλον, ἑλκῶν ὄντων περὶ τὴν κεφαλήν. καὶ βουβῶνες ἐν μασχάλῃ, ἑλκῶν περὶ χεῖρα ὄντων.