Ancient Greek
Section 39
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 39
Not analysed yet
Διὰ τί κρυώδους τοῦ ἀέρος γινομένου, λεπτὸν τὸ ὑγρὸν πάνυ καὶ πολὺ φαίνεται διὰ τῶν μυξωτήρων, καίπερ παχυτέρου ὀφείλοντος φέρεσθαι διὰ τὴν ἐκ τοῦ κρύους πῆξιν; Ἐπειδὴ πύκνωσις γίνεται περὶ τὸ πρόσωπον ὑπερβάλλουσα καὶ ὥσπερ κατὰ διήθησίν τινα φέρεται τὸ ὑγρὸν ἀπὸ τῶν παρακειμένων τῇ ῥινί, καὶ συμβαίνει λεπτὸν αὐτὸ εἶναι.