Ancient Greek
Section 48
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 48
Not analysed yet
Διὰ τί οἱ μέθυσοι φαῦλον οἶνον ἡδέως πίνουσιν; Ὅτι οἱ πολυπόται ἁδροπόροι εἰσί. διὰ μεγάλων οὖν πόρων ὁ λεπτός κάλλιστος οἶνος χωρὶς ἀντιλήψεως ἀνατρέχει. ὁ δὲ φαῦλος παχὺς ὢν ἵσταται καὶ μένει, καὶ τὴν ἐξ αὐτοῦ ἡδονὴν τότε δοκεῖ παρέχειν.